Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.11.2 | Hdt. 3.12.2 (English) | >>Hdt. 3.13.4 |
3.12.1
θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων · τῶν γὰρ ὀστέων περικεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων (χωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τὰ ὀστέα , ὡς ἐχωρίσθη κατʼ ἀρχάς , ἑτέρωθι δὲ τῶν Αἰγυπτίων ), αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε , εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν , διατετρανέεις , αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί , μόγις ἂν λίθῳ παίσας διαρρήξειας .
3.12.2 αἴτιον δὲ τούτου τόδε ἔλεγον , καὶ ἐμέ γʼ εὐπετέως ἔπειθον , ὅτι Αἰγύπτιοι μὲν αὐτίκα ἀπὸ παιδίων ἀρξάμενοι ξυρῶνται τὰς κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον .
3.12.3 τὠυτὸ δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιόν ἐστι · Αἰγυπτίων γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων .
3.12.4 τούτοισι μὲν δὴ τοῦτο ἐστὶ αἴτιον ἰσχυρὰς φορέειν τὰς κεφαλάς , τοῖσι δὲ Πέρσῃσι ὅτι ἀσθενέας φορέουσι τὰς κεφαλὰς αἴτιον τόδε · σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας φορέοντες . ταῦτα μέν νυν τοιαῦτα · εἶδον δὲ καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι τῶν ἅμα Ἀχαιμένεϊ τῷ Δαρείου διαφθαρέντων ὑπὸ Ἰνάρω τοῦ Λίβυος .
ch. 13
3.13.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.11.2 | Hdt. 3.12.2 (English) | >>Hdt. 3.13.4 |